Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.75 Joseph. AJ 19.79 (English) >>Joseph. AJ 19.84

19.77

Εἴχετο δὲ Χαιρέας, καὶ τῶν θεωριῶν ἐπελθουσῶν τῇ πρώτῃ δεδογμένον ἅπτεσθαι τῆς πράξεως ἰσχυρότερον ἦν τοῦ κατʼ ἐκείνους προβεβουλευκότος τὸ τῆς τύχης συγχωροῦν ὑπερβολάς, καὶ τὰς τρεῖς ὑπερβαλλομένου ταῖς νομίμοις ἡμέραις μόλις κατὰ τὴν τελευταίαν αὐτοῖς ἐπράχθη τὸ ἔργον. 19.78Χαιρέας δὲ συγκαλέσας τοὺς συνωμόταςπολὺς μέν, εἶπεν, καὶ παρεληλυθὼς χρόνος ὀνειδίσαι τὸ ἐπιμέλλον ἡμῶν ἐπὶ τοῖς οὕτω βουλευθεῖσιν μετʼ ἀρετῆς, δεινὸν δέ, εἰ καὶ μηνύματος γενομένου διαπεσεῖται πρᾶξις καὶ Γάιος ὑβριεῖ μειζόνως. 19.79 οὐχ ὁρῶμεν, ὡς τῆς ἐλευθερίας ἀφαιροῦμεν ὁπόσας τῶν ἡμερῶν προσθήκην τῇ Γαΐου τυραννίδι χαριζόμεθα, δέον αὐτούς τʼ ἀδεεῖς τὸ λοιπὸν εἶναι καὶ τοῖς ἄλλοις αἰτίαν τοῦ εὐδαίμονος παρασχόντας διʼ αἰῶνος τοῦ ἅπαντος τοῖς αὖθις ἐν θαύματι μεγάλῳ 19.80καὶ τιμῇ καταστῆναι;” τῶν δὲ οὔτε ἀντειπεῖν ὡς οὐ πάνυ καλοῖς δυναμένων οὔτε τὴν πρᾶξιν ἄντικρυς δεχομένων σιγῇ δὲ καταπεπληγότωντί, φησίν, γενναῖοι, διαμέλλομεν; οὐχ ὁρᾶτε τὴν σήμερον τῶν θεωριῶν ἡμέραν ὑστάτην οὖσαν καὶ Γάιον ἐκπλευσούμενον;” > 19.81 ἐπὶ γὰρ Ἀλεξανδρείας παρεσκεύαστο πλεῖν κατὰ θεωρίαν τῆς Αἰγύπτου. “καλὸν δὲ ἡμῖν προέσθαι τῶν χειρῶν τὸ ὄνειδος τῇ Ῥωμαίων μεγαλαυχίᾳ πομπεῦσον διά τε γῆς καὶ θαλάσσης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.75 Joseph. AJ 19.79 (English) >>Joseph. AJ 19.84

Powered by PhiloLogic